- 텍스트

Hesiod, Works and Days, Book WD 16:

(헤시오도스, 일과 날, Book WD 16:)

χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ ἔχοντες.? οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ οὐρανῷ ἐμβασίλευεν: ὥστε θεοὶ δ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος: οὐδέ τι δειλὸν γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι τέρποντ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων: θνῇσκον δ ὥσθ ὕπνῳ δεδμημένοι: ἐσθλὰ δὲ πάντα τοῖσιν ἐήν: καρπὸν δ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον: οἳ δ ἐθελημοὶ ἥσυχοι ἔργ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν. ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION