- 텍스트

Hesiod, Works and Days, Book WD 11:

(헤시오도스, 일과 날, Book WD 11:)

ὣς ἔφαθ:? οἳ δ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι. αὐτίκα δ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς: ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη: ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ ὁρ´μους χρυσείους ἔθεσαν χροΐ: ἀμφὶ δὲ τήν γε Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν: πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη. ἐν δ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης ψεύδεά θ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος τεῦξε Διὸς βουλῇσι βαρυκτύπου: ἐν δ ἄρα φωνὴν θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ ἔχοντες δῶρον ἐδώρησαν, πῆμ ἀνδράσιν ἀλφηστῇσιν.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION