- 텍스트

Hesiod, Works and Days, Book WD 5:

(헤시오도스, 일과 날, Book WD 5:)

ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ, μηδέ ς Ἔρις κακόχαρτος ἀπ ἔργου θυμὸν ἐρύκοι νείκε ὀπιπεύοντ ἀγορῆς ἐπακουὸν ἐόντα.? ὤρη γάρ τ ὀλίγη πέλεται νεικέων τ ἀγορέων τε, ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν. τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις κτήμας ἐπ ἀλλοτρίοις: σοὶ δ οὐκέτι δεύτερον ἔσται ὧδ ἔρδειν: ἀλλ αὖθι διακρινώμεθα νεῖκος ἰθείῃσι δίκῃς, αἵ τ ἐκ Διός εἰσιν ἄρισται. ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ, ἀλλὰ τὰ πολλὰ ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι. νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς οὐδ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ ὄνειαρ.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION