호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπ οὐρανοῦ ἐξέλασεν Ζεύς, ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην:? οὗ χεῖρες μὲν ἐάσιν ἐπ ἰσχύι, ἔργματ ἔχουσαι, καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ: ἐκ δέ οἱ ὤμων ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος, γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων θεσπεσίῃς κεφαλῇσιν ὑπ ὀφρύσι πῦρ ἀμάρυσσεν: πασέων δ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο: φωναὶ δ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι παντοίην ὄπ ἰεῖσαι ἀθέσφατον: ἄλλοτε μὲν γὰρ φθέγγονθ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δ αὖτε ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου, ἄλλοτε δ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος, ἄλλοτε δ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματ ἀκοῦσαι, ἄλλοτε δ αὖ ῥοίζεσχ, ὑπὸ δ ἤχεεν οὔρεα μακρά. καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν, εἰ μὴ ἄρ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε. σκληρὸν δ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε πόντος τ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης. ποσσὶ δ ὕπ ἀθανάτοισι μέγας πελεμίζετ Ὄλυμπος ὀρνυμένοιο ἄνακτος: ἐπεστενάχιζε δὲ γαῖα. καῦμα δ ὑπ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον βροντῆς τε στεροπῆς τε, πυρός τ ἀπὸ τοῖο πελώρου, πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος. ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα: θυῖε δ ἄρ ἀμφ ἀκτὰς περί τ ἀμφί τε κύματα μακρὰ ῥιπῇ ὕπ ἀθανάτων, ἔνοσις δ ἄσβεστος ὀρώρει: τρέε δ Αἴδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων, Τιτῆνές θ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες, ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기