호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο πρεσβυτάτη:? νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει μακρῇσιν πέτρῃσι κατηρεφέ: ἀμφὶ δὲ πάντη κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις ἀγγελίην πωλεῖται ἐπ εὐρέα νῶτα θαλάσσης. ὁππότ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται καί ῥ ὅστις ψεύδηται Ὀλύμπια δώματ ἐχόντων, Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὁρ´κον ἐνεῖκαι τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ ψυχρόν, ὅτ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο ὑψηλῆς: πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν Ὠκεανοῖο κέρας: δεκάτη δ ἐπὶ μοῖρα δέδασται: ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει, ἣ δὲ μί ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν: οὐδέ ποτ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν, ἄλλος γ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἀέθλος. εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων, οὐδέ ποτ ἐς βουλὴν ἐπιμίσγεται οὐδ ἐπὶ δαῖτας ἐννέα πάντα ἔτεα: δεκάτῳ δ ἐπιμίσγεται αὖτις εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματ ἔχουσιν. τοῖον ἄρ ὁρ´κον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ ὠγύγιον, τὸ δ ἱήσι καταστυφέλου διὰ χώρου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기