호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθα δὲ Νυκτὸσ παῖδεσ ἐρεμνῆσ οἰκί’ ἔχουσιν, Ὕπνοσ καὶ Θάνατοσ, δεινοὶ θεοί· οὐδέ ποτ’ αὐτοὺσ Ηἔλιοσ φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν οὐρανὸν εἲσ ἀνιὼν οὐδ’ οὐρανόθεν καταβαίνων. τῶν δ’ ἕτεροσ γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσησ ἥσυχοσ ἀνστρέφεται καὶ μείλιχοσ ἀνθρώποισι, τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ νηλεὲσ ἐν στήθεσσιν· ἔχει δ’ ὃν πρῶτα λάβῃσιν ἀνθρώπων· ἐχθρὸσ δὲ καὶ ἀθανάτοισι θεοῖσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기