호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος πόντου τ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος ἑξείης πάντων πηγαὶ καὶ πείρατ ἐάσιν ἀργαλέ εὐρώεντα, τά τε στυγέουσι θεοί περ, χάσμα μέγ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν οὖδας ἵκοιτ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο, ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ ἀργαλέη:? δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι τοῦτο τέρας. Νυκτὸς δ ἐρεβεννῆς οἰκία δεινὰ ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν. τῶν πρόσθ Ιἀπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν χάλκεον: ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε ἔρχεται, οὐδέ ποτ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει, ἀλλ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα γαῖαν ἐπιστρέφεται, ἣ δ αὖ δόμου ἐντὸς ἐοῦσα μίμνει τὴν αὐτῆς ὡρ´ην ὁδοῦ, ἔστ ἂν ἵκηται, ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, ἣ δ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο. Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기