- 텍스트

Hesiod, Theogony, Book Th. 68:

(헤시오도스, 신들의 계보, Book Th. 68:)

οἳ δ ἄρ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν Κόττος τε Βριάρεώς τε Γύης τ ἀάτος πολέμοιο, οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν πέμπον ἐπασσυτέρας, κατὰ δ ἐσκίασαν βελέεσσι Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας, τόσσον ἔνερθ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστ ἀπὸ γαίης:? τόσσον γάρ τ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα. ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων οὐρανόθεν κατιὼν δεκάτῃ κ ἐς γαῖαν ἵκοιτο: ἐννέα δ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων ἐκ γαίης κατιὼν δεκάτῃ κ ἐς Τάρταρον ἵκοι. τὸν πέρι χάλκεον ἑρ´κος ἐλήλαται: ἀμφὶ δέ μιν νὺξ τριστοιχεὶ κέχυται περὶ δειρήν: αὐτὰρ ὕπερθεν γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION