호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδ ἄρ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν φαῖνε βίην:? ἄμυδις δ ἄρ ἀπ οὐρανοῦ ἠδ ἀπ Ὀλύμπου ἀστράπτων ἔστειχε συνωχαδόν: οἱ δὲ κεραυνοὶ ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες ταρφέες: ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε καιομένη, λάκε δ ἀμφὶ πυρὶ μεγάλ ἄσπετος ὕλη. ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα πόντος τ ἀτρύγετος: τοὺς δ ἄμφεπε θερμὸς ἀυτμὴ Τιτῆνας χθονίους, φλὸξ δ αἰθέρα δῖαν ἵκανεν ἄσπετος, ὄσσε δ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε. καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος: εἴσατο δ ἄντα ὀφθαλμοῖσιν ἰδεῖν ἠδ οὐάσι ὄσσαν ἀκοῦσαι αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε πίλνατο: τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει τῆς μὲν ἐρειπομένης, τοῦ δ ὑψόθεν ἐξεριπόντος: τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. σὺν δ ἄνεμοι ἔνοσίν τε κονίην τ ἐσφαράγιζον βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, κῆλα Διὸς μεγάλοιο, φέρον δ ἰαχήν τ ἐνοπήν τε ἐς μέσον ἀμφοτέρων: ὄτοβος δ ἄπλητος ὀρώρει σμερδαλέης ἔριδος, κάρτος δ ἀνεφαίνετο ἔργων. ἐκλίνθη δὲ μάχη: πρὶν δ ἀλλήλοις ἐπέχοντες ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기