- 텍스트

Hesiod, Theogony, Book Th. 65:

(헤시오도스, 신들의 계보, Book Th. 65:)

ὣς φάτ:? ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, μῦθον ἀκούσαντες: πολέμου δ ἐλιλαίετο θυμὸς μᾶλλον ἔτ ἢ τὸ πάροιθε: μάχην δ ἀμέγαρτον ἔγειραν πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ, Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες. τῶν ἑκατὸν μὲν χεῖρες ἀπ ὤμων ἀίσσοντο πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. Τιτῆνες δ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας προφρονέως, χειρῶν τε βίης θ ἅμα ἔργον ἔφαινον ἀμφότεροι: δεινὸν δὲ περίαχε πόντος ἀπείρων, γῆ δὲ μέγ ἐσμαράγησεν, ἐπέστενε δ οὐρανὸς εὐρὺς σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος ῥιπῇ ὕπ ἀθανάτων, ἔνοσις δ ἵκανε βαρεῖα Τάρταρον ἠερόεντα, ποδῶν τ αἰπεῖα ἰωὴ ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων: ὣς ἄρ ἐπ ἀλλήλοις ἱέσαν βέλεα στονόεντα. φωνὴ δ ἀμφοτέρων ἵκετ οὐρανὸν ἀστερόεντα κεκλομένων: οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION