호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δαιμόνι, οὐκ ἀδάητα πιφαύσκεαι:? ἀλλὰ καὶ αὐτοὶ ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δ ἐστὶ νόημα, ἀλκτὴρ δ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο. σῇσι δ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος ἄψορρον δ ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες. τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기