호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν, πῆμα μέγ αἳ θνητοῖσι μετ ἀνδράσι ναιετάουσιν οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.? ὡς δ ὁπότ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων - αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά, οἳ δ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους ἀλλότριον κάματον σφετέρην ἐς γαστέρ ἀμῶνται - ὣς δ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων ἀργαλέων: ἕτερον δὲ πόρεν κακὸν ἀντ ἀγαθοῖο: ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ ἐπὶ γῆρας ἵκοιτο χήτεϊ γηροκόμοιο: ὅ γ οὐ βιότου ἐπιδευὴς ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται χηρωσταί: ᾧ δ αὖτε γάμου μετὰ μοῖρα γένηται, κεδνὴν δ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, τῷ δέ τ ἀπ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει ἐμμενές: ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기