호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς:? ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ιἀπετοῖο κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν ἐν κοΐλῳ νάρθηκι: δάκεν δέ ἑ νειόθι θυμόν, Ζῆν ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ὡς ἴδ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν. αὐτίκα δ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν: γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη ἀργυφέη ἐσθῆτι: κατὰ κρῆθεν δὲ καλύπτρην δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι: ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης, ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε, τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί. τῇ δ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι, κνώδαλ, ὅς ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα, τῶν ὅ γε πόλλ ἐνέθηκε, - χάρις δ ἀπελάμπετο πολλή, - θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기