- 텍스트

Hesiod, Theogony, Book Th. 48:

(헤시오도스, 신들의 계보, Book Th. 48:)

κούρην δ Ιἀπετὸς καλλίσφυρον Ὠκεανίνην ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.? ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα: τίκτε δ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τ Ἐπιμηθέα ὃς κακὸν ἐξ ἀρχῆς γένετ ἀνδράσιν ἀλφηστῇσιν: πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ εἵνεκ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου. Ἄτλας δ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ ἀνάγκης πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν: ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. δῆσε δ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίον ἐλάσσας: καί οἱ ἐπ αἰετὸν ὦρσε τανύπτερον: αὐτὰρ ὅ γ ἧπαρ ἤσθιεν ἀθάνατον, τὸ δ ἀέξετο ἶσον ἁπάντη νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις. τὸν μὲν ἄρ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς Ἡρακλέης ἔκτεινε, κακὴν δ ἀπὸ νοῦσον ἄλαλκεν Ιἀπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος, ὄφρ Ἡρακλῆος Θηβαγενέος κλέος εἰή πλεῖον ἔτ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν. ταῦτ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν: καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, οὕνεκ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι. καὶ γὰρ ὅτ ἐκρίνοντο θεοὶ θνητοί τ ἄνθρωποι Μηκώνῃ, τότ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, τῷ δ αὖτ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε:?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION