- 텍스트

Hesiod, Theogony, Book Th. 42:

(헤시오도스, 신들의 계보, Book Th. 42:)

φοίβη δ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν:? κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι Δητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί, ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν, μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου. γείνατο δ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης ἠγάγετ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. ἢ δ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων Ζεὺς Κρονίδης τίμησε: πόρεν δέ οἱ ἀγλαὰ δῶρα, μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης. ἣ δὲ καὶ ἀστερόεντος ἀπ οὐρανοῦ ἔμμορε τιμῆς ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται, κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ ῥεῖα μάλ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων. οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τ ἀπηύρα, ὅσς ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν, ἀλλ ἔχει, ὡς τὸ πρῶτον ἀπ ἀρχῆς ἔπλετο δασμός, καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ: οὐδ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς, ἀλλ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν. ᾧ δ ἐθέλει, μεγάλως παραγίγνεται ἠδ ὀνίνησιν: ἔν τε δίκῃ βασιλεῦσι παρ αἰδοίοισι καθίζει, ἔν τ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κ ἐθέλῃσιν: ἠδ ὁπότ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κ ἐθέλῃσι νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. ἐσθλὴ δ αὖθ ὁπότ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδ ὀνίνησιν: νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἀέθλον ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει. ἐσθλὴ δ ἱππήεσσι παρεστάμεν, οἷς κ ἐθέλῃσιν. καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, εὔχονται δ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ, ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν, ῥεῖα δ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ. ἐσθλὴ δ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ ἀέξειν: βουκολίας δ ἀγέλας τε καὶ αἰπόλια πλατέ αἰγῶν ποίμνας τ εἰροπόκων ὀίων, θυμῷ γ ἐθέλουσα, ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν. οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα πᾶσι μετ ἀθανάτοισι τετίμηται γεράεσσιν. θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ ἐκείνην ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ηοὖς. οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION