- 텍스트

Hesiod, Theogony, Book Th. 40:

(헤시오도스, 신들의 계보, Book Th. 40:)

Στὺξ δ ἔτεκ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν:? καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, τῶν οὐκ ἔστ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη, οὐδ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ, ἀλλ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται. ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον, εἶπε δ, ὃς ἂν μετὰ εἱο῀ θεῶν Τιτῆσι μάχοιτο, μή τιν ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον ἑξέμεν, ἣν τὸ πάρος γε μετ ἀθανάτοισι θεοῖσιν τὸν δ ἔφαθ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδ ἀγέραστος, τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν. ἦλθε δ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός. τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν. αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὁρ´κον, παῖδας δ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι. ὣς δ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη, ἐξετέλεσς: αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION