- 텍스트

Hesiod, Theogony, Book Th. 36:

(헤시오도스, 신들의 계보, Book Th. 36:)

τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι, Πειθώ τ Ἀδμήτη τε Ιἄνθη τ Ἠλέκτρη τε Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε Πληξαύρη τε Γαλαξαύρη τ ἐρατή τε Διώνη Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις Περσηίς τ Ιἄνειρά τ Ἀκάστη τε Ξάνθη τε Πετραίη τ ἐρόεσσα Μενεσθώ τ Εὐρώπη τε Μῆτίς τ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος Χρυσηίς τ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.? αὗται δ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο πρεσβύταται κοῦραι: πολλαί γε μέν εἰσι καὶ ἄλλαι. τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι, αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα. τόσσοι δ αὖθ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες, υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς: τῶν ὄνομ ἀργαλέον πάντων βροτὸν ἀνέρ ἐνισπεῖν, οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION