호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι δεινόν θ ὑβριστήν τ ἄνομόν θ ἑλικώπιδι κούρῃ:? ἣ δ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα. Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι: δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν Κέρβερον ὠμηστήν, Αἴδεω κύνα χαλκεόφωνον, πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε: τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ. καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ιὀλάῳ Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης. ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε: τῆς δ ἦν τρεῖς κεφαλαί: μία μὲν χαροποῖο λέοντος, ἣ δὲ χιμαίρης, ἣ δ ὄφιος, κρατεροῖο δράκοντος, πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο. τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης. ἣ δ ἄρα Φῖκ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα, τόν ῥ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις γουνοῖσιν κατένασσε Νεμείης, πῆμ ἀνθρώποις. ἔνθ ἄρ ὃ οἰκείων ἐλεφαίρετο φῦλ ἀνθρώπων, κοιρανέων Τρητοῖο Νεμείης ἠδ Ἀπέσαντος: ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기