호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φόρκυϊ δ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ ἄνθρωποι, Πεμφρηδώ τ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον, Γοργούς θ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο ἐσχατιῇ πρὸς Νυκτός, ἵν Ἑσπερίδες λιγύφωνοι, Σθεννώ τ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.? ἣ μὲν ἐήν θνητή, αἳ δ ἀθάνατοι καὶ ἀγήρῳ, αἱ δύο: τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν. τῆς δ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος. τῷ μὲν ἐπώνυμον ἠε῀ν, ὅτ Ὠκεανοῦ περὶ πηγὰς γένθ, ὃ δ ἀόρ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν. χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων, ἵκετ ἐς ἀθανάτους: Ζηνὸς δ ἐν δώμασι ναίει βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι. Χρυσάωρ δ ἔτεκεν τρικέφαλον Γηρυονῆα μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο. τὸν μὲν ἄρ ἐξενάριξε βίη Ἡρακληείη βουσὶ παρ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους Τίρυνθ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기