- 텍스트

Hesiod, Theogony, Book Th. 28:

(헤시오도스, 신들의 계보, Book Th. 28:)

Νηρῆος δ ἐγένοντο μεγήρατα τέκνα θεάων πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο, Πλωτώ τ Εὐκράντη τε Σαώ τ Ἀμφιτρίτη τε Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε Κυμοθόη Σπειώ τε Θόη θ Ἀλίη τ ἐρόεσσα Πασιθέη τ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια Ἱπποθόη τ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς Κυμοδόκη θ, ἣ κύματ ἐν ἠεροειδέι πόντῳ πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, Κυμώ τ Ηιὄνη τε ἐυστέφανός θ Ἁλιμήδη Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα Εὐάρνη τε φυήν τ ἐρατὴ καὶ εἶδος ἄμωμος καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη Νησώ τ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε Νημερτής θ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.? αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι. Θαύμας δ Ὠκεανοῖο βαθυρρείταο θύγατρα ἠγάγετ Ἠλέκτρην: ἣ δ ὠκεῖαν τέκεν Ἶριν ἠυκόμους θ Ἁρπυίας Αἐλλώ τ Ὠκυπέτην τε, αἵ ῥ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμ ἕπονται ὠκείῃς πτερύγεσσι: μεταχρόνιαι γὰρ ἰάλλον.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION