- 텍스트

Hesiod, Theogony, Book Th. 22:

(헤시오도스, 신들의 계보, Book Th. 22:)

ἦλθε δὲ νύκτ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ ἱμείρων φιλότητος ἐπέσχετο καί ῥ ἐτανύσθη πάντη:? ὃ δ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἁρ´πην μακρὴν καρχαρόδοντα, φίλου δ ἀπὸ μήδεα πατρὸς ἐσσυμένως ἤμησε, πάλιν δ ἔρριψε φέρεσθαι ἐξοπίσω: τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός: ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, πάσας δέξατο Γαῖα: περιπλομένων δ ἐνιαυτῶν γείνατ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, τεύχεσι λαμπομένους, δολίχ ἔγχεα χερσὶν ἔχοντας, Νύμφας θ ἃς Μελίας καλέους ἐπ ἀπείρονα γαῖαν. μήδεα δ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι κάββαλ ἀπ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, ὣς φέρετ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς ἀφρὸς ἀπ ἀθανάτου χροὸς ὤρνυτο: τῷ δ ἔνι κούρη ἐθρέφθη: πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν ἔπλητ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον. ἐκ δ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο: τὴν δ Ἀφροδίτην ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκ ἐν ἀφρῷ θρέφθη: ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις: Κυπρογενέα δ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ: ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη. τῇ δ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς γεινομένῃ τὰ πρῶτα θεῶν τ ἐς φῦλον ἰούσῃ. ταύτην δ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, παρθενίους τ ὀάρους μειδήματά τ ἐξαπάτας τε τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION