- 텍스트

Hesiod, Theogony, Book Th. 16:

(헤시오도스, 신들의 계보, Book Th. 16:)

ἄλλοι δ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί, Κόττος τε Βριάρεώς τε Γύης θ, ὑπερήφανα τέκνα.? τῶν ἑκατὸν μὲν χεῖρες ἀπ ὤμων ἀίσσοντο, ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν: ἰσχὺς δ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο, δεινότατοι παίδων, σφετέρῳ δ ἤχθοντο τοκῆι ἐξ ἀρχῆς: καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο, πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, Γαίης ἐν κευθμῶνι, κακῷ δ ἐπετέρπετο ἔργῳ Οὐρανός. ἣ δ ἐντὸς στοναχίζετο Γαῖα πελώρη στεινομένη: δολίην δὲ κακήν τ ἐφράσσατο τέχνην. αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν: εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ:?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION