호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ τοι μὲν πρώτιστα Χάος γένετ, αὐτὰρ ἔπειτα Γαῖ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, Τάρταρά τ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης, ἠδ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, λυσιμελής, πάντων δὲ θεῶν πάντων τ ἀνθρώπων δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.? ἐκ Χάεος δ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο: Νυκτὸς δ αὖτ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρ εἰή μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί. γείνατο δ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους, Νυμφέων, αἳ ναίουσιν ἀν οὔρεα βησσήεντα. ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου: αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ Ὠκεανὸν βαθυδίνην, Κοῖόν τε Κρῖόν θ Ὑπερίονά τ Ιἀπετόν τε Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε Φοίβην τε χρυσοστέφανον Τηθύν τ ἐρατεινήν. τοὺς δὲ μέθ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων: θαλερὸν δ ἤχθηρε τοκῆα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기