호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χαίρετε, τέκνα Διός, δότε δ ἱμερόεσσαν ἀοιδήν.? κλείετε δ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, οἳ Γῆς τ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος, Νυκτός τε δνοφερῆς, οὕς θ ἁλμυρὸς ἔτρεφε Πόντος. εἴπατε δ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν οἵ τ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων ὥς τ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματ ἔχουσαι ἐξ ἀρχῆς, καὶ εἴπαθ, ὅ τι πρῶτον γένετ αὐτῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기