호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.? ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς νόσφιν ἀπ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων: ἀλλ ὅτε δή ῥ ἐνιαυτὸς ἐήν, περὶ δ ἔτραπον ὡρ῀αι μηνῶν φθινόντων, περὶ δ ἤματα πόλλ ἐτελέσθη, ἣ δ ἔτεκ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις, τυτθὸν ἀπ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기