- 텍스트

Galen, On the Natural Faculties., ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ Α?, section 12

(갈레노스, On the Natural Faculties., ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ Α, section 12)

Ὁτι μὲν οὖν ἀναγκαῖον ὁμοίωσίν τιν: εἶναι τοῦ τρέφοντος τῷ τρεφομένῳ τὴν θρέψιν, ἄντικρυς δῆλον. οὐ μὴν ὑπάρχουσάν γε ταύτην τὴν ὁμοίωσιν, ἀλλὰ φαινομένην μόνον εἶναί φασιν οἱ μήτε τεχνικὴν οἰόμενοι τὴν φύσιν εἶναι μήτε προνοητικὴν τοῦ ζῳού μήθ ὅλως τινὰς οἰκείας ἔχειν δυνάμεις, αἷς χρωμένη τὰ μὲν ἀλλοιοῖ, τὰ δ ἕλκει, τὰ δ ἐκκρίνει. καὶ αὗται δύο γεγόνασιν αἱρέσεις κατὰ γένος ἐν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ τῶν ἀποφηναμένων τι περὶ φύσεως ἀνδρῶν, ὅσοι γ αὐτῶν γιγνώσκουσιν, ὅ τι λέγουσι, καὶ τὴν ἀκολουθίαν ὧν ὑπέθεντο θεωροῦσι θ ἅμα καὶ διαφυλάττουσιν. ὅσοι δὲ μηδ αὐτὸ τοῦτο συνιᾶσιν, ἀλλ ἁπλῶς, ὅ τι ἂν ἐπὶ γλῶτταν ἔλθῃ, ληροῦσιν, ἐν οὐδετέρᾳ τῶν αἱρέσεων ἀκριβῶς καταμένοντες, οὐδὲ μεμνῆσθαι τῶν τοιούτων προσήκει. τίνες οὖν αἱ δύο αἱρέσεις αὗται καὶ τίς ἡ τῶν ἐν αὐταῖς ὑποθέσεων ἀκολουθία· τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ πᾶσαν ἡνωμένην θ ἅμα καὶ ἀλλοιοῦσθαι δυναμένην ὑπέθετο θάτερον γένος τῆς αἱρέσεως, ἀμετάβλητον δὲ καὶ ἀναλλοίωτον καὶ κατατετμημένην εἰς λεπτὰ καὶ κεναῖς ταῖς μεταξὺ χώραις διειλημμένην ἡ λοιπή. καὶ τοίνυν ὅσοι γε τῆς ἀκολουθίας τῶν ὑποθέσεων αἰσθάνονται, κατὰ μὲν τὴν δευτέραν αἱρ´εσιν οὔτε φύσεως οὔτε ψυχῆς ἰδίαν τινὰ νομίζουσιν οὐσίαν ἢ δύναμιν ὑπάρχειν, ἀλλ ἐν τῇ ποιᾷ συνόδῳ τῶν πρώτων ἐκείνων σωμάτων τῶν ἀπαθῶν ἀποτελεῖσθαι. κατὰ δὲ τὴν προτέραν εἰρημένην αἱρ´εσιν οὐχ ὑστέρα τῶν σωμάτων ἡ φύσις, ἀλλὰ πολὺ προτέρα τε καὶ πρεσβυτέρα. καὶ τοίνυν κατὰ μὲν τούτους αὕτη τὰ σώματα τῶν τε φυτῶν καὶ τῶν ζῳών συνίστησι δυνάμεις τινὰς ἔχουσα τὰς μὲν ἑλκτικάς θ ἅμα καὶ ὁμοιωτικὰς τῶν οἰκείων, τὰς δ ἀποκριτικὰς τῶν ἀλλοτρίων, καὶ τεχνικῶς ἅπαντα διαπλάττει τε γεννῶσα καὶ προνοεῖται τῶν γεννωμένων ἑτέραις αὖθίς τισι δυνάμεσι, στερκτικῇ μέν τινι καὶ προνοητικῇ τῶν ἐγγόνων, κοινωνικῇ δὲ καὶ φιλικῇ τῶν ὁμογενῶν. κατὰ δ αὖ τοὺς ἑτέρους οὔτε τούτων οὐδὲν ὑπάρχει ταῖς φύσεσιν οὔτ ἔννοιά τίς ἐστι τῇ ψυχῇ σύμφυτος ἐξ ἀρχῆς οὐκ ἀκολουθίας οὐ μάχης, οὐ διαιρέσεως οὐ συνθέσεως, οὐ δικαίων οὐκ ἀδίκων, οὐ καλῶν οὐκ αἰσχρῶν, ἀλλ ἐξ αἰσθήσεώς τε καὶ δι αἰσθήσεως ἅπαντα τὰ τοιαῦθ ἡμῖν ἐγγίγνεσθαί φασι καὶ φαντασίαις τισὶ καὶ μνήμαις οἰακίζεσθαι τὰ ζῷα. Ἔνιοι δ αὐτῶν καὶ Ῥητῶς ἀπεφήναντο μηδεμίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, ἀλλ ὑπὸ τῶν αἰσθητῶν ἄγεσθαι παθῶν ἡμᾶς καθάπερ βοσκήματα πρὸς μηδὲν ἀνανεῦσαι μηδ ἀντειπεῖν δυναμένους. καθ οὓς δηλονότι καὶ ἀνδρεία καὶ φρόνησις καὶ σωφροσύνη καὶ ἐγκράτεια λῆρός ἐστι μακρὸς καὶ φιλοῦμεν οὔτ ἀλλήλους οὔτε τὰ ἔγγονα καὶ τοῖς θεοῖς οὐδὲν ἡμῶν μέλει. καταφρονοῦσι δὲ καὶ τῶν ὀνειράτων καὶ τῶν οἰωνῶν καὶ τῶν συμβόλων καὶ πάσης ἀστρολογίας, ὑπὲρ ὧν ἡμεῖς μὲν ἰδίᾳ δι ἑτέρων γραμμάτων ἐπὶ πλέον ἐσκεψάμεθα περὶ τῶν Ἀσκληπιάδου τοῦ ἰατροῦ σκοπούμενοι δογμάτων. ἔνεστι δὲ τοῖς βουλομένοις κἀκείνοις μὲν ὁμιλῆσαι τοῖς λόγοις καὶ νῦν δ ἤδη σκοπεῖν, ὥσπερ τινῶν δυοῖν ὁδῶν ἡμῖν προκειμένων, ὁποτέραν βέλτιόν ἐστι τρέπεσθαι. Ἱπποκράτης μὲν γὰρ τὴν προτέραν Ῥηθεῖσαν ἐτράπετο, καθ ἣν ἥνωται μὲν ἡ οὐσία καὶ ἀλλοιοῦται καὶ σύμπνουν ὅλον ἐστὶ καὶ σύρρουν τὸ σῶμα καὶ ἡ φύσις ἅπαντα τεχνικῶς καὶ δικαίως πράττει δυνάμεις ἔχουσα, καθ ἃς ἕκαστον τῶν μορίων ἕλκει μὲν ἐφ ἑαυτὸ τὸν οἰκεῖον ἑαυτῷ χυμόν, ἕλξαν δὲ προσφύει τε παντὶ μέρει τῶν ἐν αὑτῷ καὶ τελέως ἐξομοιοῖ, τὸ δὲ μὴ κρατηθὲν ἐν τούτῳ μηδὲ τὴν παντελῆ δυνηθὲν ἀλλοίωσίν τε καὶ ὁμοιότητα τοῦ τρεφομένου καταδέξασθαι δι ἑτέρας αὖ τινος ἐκκριτικῆς δυνάμεως ἀποτρίβεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION