- 텍스트

Galen, On the Natural Faculties., ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ Α?, section 8

(갈레노스, On the Natural Faculties., ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ Α, section 8)

καὶ τοίνυν ὁ λόγος ἥκειν ἐοίκεν ὁ περὶ τῆς θρέψεως, ὃς δὴ λοιπός ἐστι καὶ τρίτος ὧν ἐξ ἀρχῆς προὐθέμεθα. τοῦ γὰρ ἐπιρρέοντος ἐν εἴδει τροφῆς παντὶ μορίῳ τοῦ τρεφομένου σώματος προσπλαττομένου θρέψις μὲν ἡ ἐνέργεια, θρεπτικὴ δὲ δύναμις ἡ αἰτία. ἀλλοίωσις μὲν δὴ κἀνταῦθα τὸ γένος τῆς ἐνεργείας, ἀλλ οὐχ οἱάπερ ἡ ἐν τῇ γενέσει. ἐκεῖ μὲν γὰρ οὐκ ὀ`ν πρότερον ὕστερον ἐγένετο, κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γεγονότι συνεξομοιοῦται τὸ ἐπιρρέον καὶ διὰ τοῦτ εὐλόγως ἐκείνην μὲν τὴν ἀλλοίωσιν γένεσιν, ταύτην δ ἐξομοίωσιν ὠνόμασαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION