호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀγὼ μηδὲν ὑποπτεύσας πράξειν αὐτὸν πονηρὸν οὐκ ἐκώλυσα: πρὸς δὲ καὶ τοῖς τῆς Τιβεριάδος τὴν διοίκησιν ὑπ ἐμοῦ πεπιστευμένοις κατ ὄνομα γράφω κατάλυσιν ἑτοιμάσαι τῷ Ιωἄννῃ καὶ τοῖς ἀφιξομένοις σὺν αὐτῷ πάντων τε [τῶν ἐπιτηδείων] ἀφθονίαν παρασχεῖν. διέτριβον δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν κώμῃ τῆς Γαλιλαίας, ἣ προσαγορεύεται Κανά.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기