호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τοῦτον δὲ παραγενόμενον ὁ Οὐάρος συκοφαντήσας ἀνεῖλεν: καὶ γὰρ ὑπὸ τῶν ἐν Καισαρείᾳ Σύρων ἐπῆρτο μέγα φρονεῖν, ἀναιρεθήσεσθαι μὲν λεγόντων ὑπὸ Ῥωμαίων τὸν Ἀγρίππαν διὰ τὰς ὑπὸ Ιοὐδαίων ἁμαρτίας, λήψεσθαι δ αὐτὸν τὴν ἀρχὴν ἐκ βασιλέων ὄντα: καὶ γὰρ ἦν ὁμολογουμένως ὁ Οὐάρος βασιλικοῦ γένους ἔγγονος Σοέμου τοῦ περὶ τὸν Λίβανον τετραρχοῦντος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기