호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διεκώλυσαν δὲ Βαβυλώνιοί τινες συγγενεῖς αὐτοῦ ἐν Ιἑροσολύμοις ὄντες πρᾶξαι τοὺς λῃστὰς τὸ ἔργον. ἐπιμείνας οὖν ἡμέρας τέσσαρας ὁ Φίλιππος ἐκεῖ τῇ πέμπτῃ φεύγει περιθετῇ χρησάμενος κόμῃ τοῦ μὴ κατάδηλος γενέσθαι, καὶ παραγενόμενος εἴς τινα τῶν ἑαυτοῦ κωμῶν κατὰ τοὺς ὁρ´ους Γάμαλα τοῦ φρουρίου κειμένην πέμπει πρός τινας τῶν ὑπ αὐτὸν προστάσσων ὡς αὐτὸν ἀφικέσθαι τὴν Φιλίππου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기