- 텍스트

Euripides, The Trojan Women, choral, antistrophe 2

(에우리피데스, The Trojan Women, choral, antistrophe 2)

εἴθ ἀκάτου Μενέλα μέσον πέλαγος ἰούσας, δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι Αἰγαίου κεραυνοφαὲς πῦρ, Ἰλιόθεν ὅτε με πολύδακρυν Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει, χρύσεα δ ἔνοπτρα, παρθένων χάριτας, ἔχουσα τυγχάνει Διὸς κόρα:? μηδὲ γαῖάν ποτ ἔλθοι Λάκαιναν πατρῷ- όν τε θάλαμον ἑστίας, μηδὲ πόλιν Πιτάνας χαλκόπυλόν τε θεάν, δύσγαμον αἶσχος ἑλὼν Ἑλλάδι τᾷ μεγάλᾳ καὶ Σιμοεντιάσιν μέλεα πάθεα ῥοῇσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION