- 텍스트

Euripides, The Trojan Women, episode

(에우리피데스, The Trojan Women, episode)

ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε, ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι Ἑλένην:? ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ Μενέλαός εἰμι καὶ στράτευμ Ἀχαιϊκόν. ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με γυναικὸς οὕνεκ, ἀλλ ἐπ ἄνδρ ὃς ἐξ ἐμῶν δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο. κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην αὐτός τε καὶ γῆ δορὶ πεσοῦς Ἑλληνικῷ. ἥκω δὲ τὴν τάλαιναν - οὐ γὰρ ἡδέως ὄνομα δάμαρτος ἥ ποτ ἦν ἐμὴ λέγω - ἄξων: δόμοις γὰρ τοῖσδ ἐν αἰχμαλωτικοῖς κατηρίθμηται Τρῳάδων ἄλλων μέτα. οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί, κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν θέλοιμ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα. ἐμοὶ δ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον Ἑλένης ἐᾶσαι, ναυπόρῳ δ ἄγειν πλάτῃ Ἑλληνίδ ἐς γῆν κᾆτ ἐκεῖ δοῦναι κτανεῖν, ποινὰς ὅσοις τεθνᾶς ἐν Ἰλίῳ φίλοι. ἀλλ εἰᾶ χωρεῖτ ἐς δόμους, ὀπάονες, κομίζετ αὐτὴν τῆς μιαιφονωτάτης κόμης ἐπισπάσαντες: οὔριοι δ ὅταν πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα. ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, ὅστις ποτ εἶ σύ, δυστόπαστος εἰδέναι, Ζεύς, εἴτ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, προσηυξάμην σε: πάντα γὰρ δι ἀψόφου βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ ἄγεις. τί δ ἔστιν· εὐχὰς ὡς ἐκαίνισας θεῶν. αἰνῶ σε, Μενέλα, εἰ κτενεῖς δάμαρτα σήν. ὁρᾶν δὲ τήνδε φεῦγε, μή ς ἕλῃ πόθῳ. αἱρεῖ γὰρ ἀνδρῶν ὄμματ, ἐξαιρεῖ πόλεις, πίμπρησιν οἴκους: ὧδ ἔχει κηλήματα. ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες. Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου τόδ ἐστίν: ἐν γὰρ χερσὶ προσπόλων σέθεν βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι. ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη, ὅμως δ ἐρέσθαι βούλομαι: γνῶμαι τίνες Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι· οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλ ἅπας στρατὸς κτανεῖν ἐμοί ς ἔδωκεν, ὅνπερ ἠδίκεις. ἔξεστιν οὖν πρὸς ταῦτ ἀμείψασθαι λόγῳ, ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα· οὐκ ἐς λόγους ἐλήλυθ, ἀλλά σε κτενῶν. ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδ ἐνδεής, Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους ἡμῖν κατ αὐτῆς: τῶν γὰρ ἐν Τροίᾳ κακῶν οὐδὲν κάτοισθα. συντεθεὶς δ ὁ πᾶς λόγος κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν. σχολῆς τὸ δῶρον: εἰ δὲ βούλεται λέγειν, ἔξεστι. τῶν σῶν δ οὕνεχ - ὡς μάθῃ - λόγων δώσω τόδ αὐτῇ: τῆσδε δ οὐ δώσω χάριν. ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν, οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος. ἐγὼ δ, ἅ ς οἶμαι διὰ λόγων ἰόντ ἐμοῦ κατηγορήσειν, ἀντιθεῖς ἀμείψομαι τοῖς σοῖσι τἀμὰ καὶ τὰ ς αἰτιάματα. πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν, Πάριν τεκοῦσα: δεύτερον δ ἀπώλεσε Τροίαν τε κἄμ ὁ πρέσβυς οὐ κτανὼν βρέφος, δαλοῦ πικρὸν μίμημ, Ἀλέξανδρόν ποτε. ἐνθένδε τἀπίλοιπ ἄκουσον ὡς ἔχει. ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν: καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις Φρυξὶ στρατηγοῦνθ Ἑλλάδ ἐξανιστάναι, Ἥρα δ ὑπέσχετ Ἀσιάδ Εὐρώπης θ ὁρ´ους τυραννίδ ἕξειν, εἴ σφε κρίνειεν Πάρις: Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη δώσειν ὑπέσχετ, εἰ θεὰς ὑπερδράμοι κάλλει. τὸν ἔνθεν δ ὡς ἔχει σκέψαι λόγον: νικᾷ Κύπρις θεάς, καὶ τοσόνδ οὑμοὶ γάμοι ὤνησαν Ἑλλάδ: οὐ κρατεῖσθ ἐκ βαρβάρων, οὔτ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι. ἃ δ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν. οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν, ὅπως ἀφώρμης ἐκ δόμων τῶν σῶν λάθρα. ἦλθ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα ὁ τῆσδ ἀλάστωρ, εἴτ Ἀλέξανδρον θέλεις ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν: ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα. εἰε῟ν.

οὐ σέ, ἀλλ ἐμαυτὴν τοὐπὶ τῷδ ἐρήσομαι: τί δὴ φρονοῦσά γ ἐκ δόμων ἅμ ἑσπόμην ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς· τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ, ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος, κείνης δὲ δοῦλός ἐστι: συγγνώμη δ ἐμοί. ἔνθεν δ ἔχοις ἂν εἰς ἔμ εὐπρεπῆ λόγον: ἐπεὶ θανὼν γῆς ἦλθ Ἀλέξανδρος μυχούς, χρῆν μ, ἡνίκ οὐκ ἦν θεοπόνητά μου λέχη, λιποῦσαν οἴκους ναῦς ἐπ Ἀργείων μολεῖν. ἔσπευδον αὐτὸ τοῦτο: μάρτυρες δέ μοι πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί, οἳ πολλάκις μ ἐφηῦρον ἐξ ἐπάλξεων πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε. βίᾳ δ ὁ καινός μ οὗτος ἁρπάσας πόσις Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν. πῶς οὖν ἔτ ἂν θνῄσκοιμ ἂν ἐνδίκως, πόσι, . . . . . . . πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ, τὰ δ οἴκοθεν κεῖν ἀντὶ νικητηρίων πικρῶς ἐδούλευς· εἰ δὲ τῶν θεῶν κρατεῖν βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε. βασίλει, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ πειθὼ διαφθείρουσα τῆσδ, ἐπεὶ λέγει καλῶς κακοῦργος οὖσα: δεινὸν οὖν τόδε. ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα. ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ, ὥσθ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα, Παλλὰς δ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ, εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκ ἂν θεὰ Ἥρα τοσοῦτον ἔσχ ἔρωτα καλλονῆς· πότερον ἀμείνον ὡς λάβῃ Διὸς πόσιν· ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη - ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο, φεύγουσα λέκτρα· μὴ ἀμαθεῖς ποίει θεὰς τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς. Κύπριν δ ἔλεξας - ταῦτα γὰρ γέλως πολύς - ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους. οὐκ ἂν μένους ἂν ἥσυχός ς ἐν οὐρανῷ αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον· ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος, ὁ σὸς δ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις:

τὰ μῶρα γὰρ πάντ ἐστὶν Ἀφροδίτη βροτοῖς, καὶ τοὔνομ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς. ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας. ἐν μὲν γὰρ Ἄργει μίκρ ἔχους ἀνεστρέφου, Σπάρτης δ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν δαπάναισιν: οὐδ ἦν ἱκανά σοι τὰ Μενέλεω μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς. εἰε῟ν: βίᾳ γὰρ παῖδα φῄς <ς> ἄγειν ἐμόν: τίς Σπαρτιατῶν ᾔσθετ· ἢ ποίαν βοὴν ἀνωλόλυξας - Κάστορος νεανίου τοῦ συζύγου τ ἔτ ὄντος, οὐ κατ ἄστρα πω· ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου κατ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία, εἰ μὲν τὰ τοῦδε κρείσσον ἀγγέλλοιτό σοι, Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτ ἐμὸς ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν: εἰ δ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε. ἐς τὴν τύχην δ ὁρῶσα τοῦτ ἤσκεις, ὅπως ἕποι ἅμ αὐτῇ, τῇ ἀρετῇ δ οὐκ ἤθελες. κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις πύργων καθιεῖς, ὡς μένους ἀκουσίως· ποῦ δῆτ ἐλήφθης ἢ βρόχους ἀρτωμένη ἢ φάσγανον θήγους, ἃ γενναία γυνὴ δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν· καίτοι ς ἐνουθέτουν γε πολλὰ πολλάκις: Ὦ θύγατερ, ἔξελθ: οἱ δ ἐμοὶ παῖδες γάμους ἄλλους γαμοῦσι, σὲ δ ἐπὶ ναῦς Ἀχαιϊκὰς πέμψω συνεκκλέψασα: καὶ παῦσον μάχης Ἕλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδ ἦν πικρόν. ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις καὶ προσκυνεῖσθαι βαρβάρων ὕπ ἤθελες: μεγάλα γὰρ ἦν σοι. - κἀπὶ τοῖσδε σὸν δέμας ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει τὸν αὐτὸν αἰθέρ, ὦ κατάπτυστον κάρα: ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις, φρίκῃ τρέμουσαν, κρᾶτ ἀπεσκυθισμένην ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις. Μενέλα, ἵν εἰδῇς οἷ τελευτήσω λόγον, στεφάνωσον Ἑλλάδ ἀξίως τήνδε κτανὼν σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν. Μενέλαε, προγόνων τ ἀξίως δόμων τε σῶν τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος, ψόγον τὸ θῆλύ τ, εὐγενὴς ἐχθροῖς φανείς.

ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου, ἑκουσίως τήνδ ἐκ δόμων ἐλθεῖν ἐμῶν ξένας ἐς εὐνάς: χἡ Κύπρις κόμπου χάριν λόγοις ἐνεῖται. - βαῖνε λευστήρων πέλας πόνους τ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς θανοῦς, ἵν εἰδῇς μὴ καταισχύνειν ἐμέ. μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ. μηδ οὓς ἀπέκτειν ἥδε συμμάχους προδῷς: ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι. παῦσαι, γεραιά: τῆσδε δ οὐκ ἐφρόντισα. λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν τήνδ ἐκκομίζειν, ἔνθα ναυστολήσεται. μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος. τί δ ἔστι· μεῖζον βρῖθος ἢ πάροιθ ἔχει· οὐκ ἔστ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ. ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς. ἔσται δ ἃ βούλῃ: ναῦν γὰρ οὐκ ἐσβήσεται ἐς ἥνπερ ἡμεῖς: καὶ γὰρ οὐ κακῶς λέγεις: ἐλθοῦσα δ Ἄργος ὥσπερ ἀξία κακῶς κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε: ὅμως δ ὁ τῆσδ ὄλεθρος ἐς φόβον βαλεῖ τὸ μῶρον αὐτῶν, κἂν ἔτ ὦς ἐχθίονες.?

상위

Euripides (에우리피데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION