호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μάταν ἄρ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων, Λαομεδόντιε παῖ, Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν:? ἁ δέ σε γειναμένα πυρὶ δαίεται: ἠιόνες δ ἅλιαι ἰάκχον οἰωνὸς οἷ- ον τεκέων ὕπερ βοᾷ, ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας, ᾇ δὲ ματέρας γεραιάς. τὰ δὲ σὰ δροσόεντα λουτρὰ γυμνασίων τε δρόμοι βεβᾶσι, σὺ δὲ πρόσωπα νεα- ρὰ χάρισι παρὰ Διὸς θρόνοις καλλιγάλανα τρέφεις: Πριάμοιο δὲ γαῖαν Ἑλλὰς ὤλες αἰχμά.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기