호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅθ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος πώλων, Σιμόεντι δ ἐπ εὐρείτᾳ πλάταν ἔσχασε ποντοπόρον καὶ ναύδετ ἀνήψατο πρυμνᾶν καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν, Λαομέδοντι φόνον:? κανόνων δὲ τυκίσματα Φοίβου . . πυρὸς φοίνικι πνοᾷ καθελὼν Τροίας ἐπόρθησε χθόνα. δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ Δαρδανίας φοινία κατέλυσεν αἰχμά.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기