호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φρυγῶν ἀρίστου πρίν ποθ Ἕκτορος δάμαρ, μή με στυγήσῃς:? οὐχ ἑκὼν γὰρ ἀγγελῶ. Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τ ἀγγέλματα. . . . τί δ ἔστιν· ὥς μοι φροιμίων ἄρχῃ κακῶν. ἔδοξε τόνδε παῖδα . . . πῶς εἴπω λόγον· μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν· οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ. ἀλλ ἐνθάδ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν· οὐκ οἶδ ὅπως σοι ῥᾳδίως εἴπω κακά. ἐπῄνες αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά. κτενοῦσι σὸν παῖδ, ὡς πύθῃ κακὸν μέγα. οἴμοι, γάμων τόδ ὡς κλύω μεῖζον κακόν. νικᾷ δ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων . . . αἰαῖ μάλ: οὐ γὰρ μέτρια πάσχομεν κακά. λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς . . . τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι. ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο. ἀλλ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ: μήτ ἀντέχου τοῦδ, εὐγενῶς δ ἄλγει κακοῖς, μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει. ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή: πόλις τ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ, ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν οἱοί῀ τε. τούτων οὕνεκ οὐ μάχης ἐρᾶν οὐδ αἰσχρὸν οὐδὲν οὐδ ἐπίφθονόν σε δρᾶν, οὐδ αὖ ς Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς. εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός, οὔτ ἂν ταφείη παῖς ὅδ οὔτ οἴκτου τύχοι. σιγῶσα δ εὖ τε τὰς τύχας κεκτημένη τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις αὐτή τ Ἀχαιῶν πρευμενεστέρων τύχοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기