- 텍스트

Euripides, The Trojan Women, episode, antistrophe 3 3:

(에우리피데스, The Trojan Women, episode, antistrophe 3 3:)

σὲ δ, ὦ φίλ Ἕκτορ, εἶχον ἄνδρ ἀρκοῦντά μοι ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν:? ἀκήρατον δέ μ ἐκ πατρὸς λαβὼν δόμων πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος. καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ ἐγὼ πρὸς Ἑλλάδ αἰχμάλωτος ἐς δοῦλον ζυγόν. ἆρ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν Πολυξένης ὄλεθρος, ἣν καταστένεις· ἐμοὶ γὰρ οὐδ ὃ πᾶσι λείπεται βροτοῖς ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας πράξειν τι κεδνόν: ἡδὺ δ ἐστὶ καὶ δοκεῖν. ἐς ταὐτὸν ἥκεις συμφορᾶς: θρηνοῦσα δὲ τὸ σὸν διδάσκεις μ ἔνθα πημάτων κυρῶ. αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος, γραφῇ δ ἰδοῦσα καὶ κλύους ἐπίσταμαι. ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν, προθυμίαν ἔχουσι σωθῆναι πόνων, ὁ μὲν παρ οἰάχ, ὁ δ ἐπὶ λαίφεσιν βεβώς, ὁ δ ἄντλον εἴργων ναός: ἢν δ ὑπερβάλῃ πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν. οὕτω δὲ κἀγὼ πόλλ ἔχουσα πήματα ἄφθογγός εἰμι καὶ παρεῖς ἐῶ στόμα: νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων. ἀλλ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας ἐάσον: οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά: τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν, φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων. κἂν δρᾷς τάδ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν Τροίᾳ μέγιστον ὠφέλημ, ἵν - εἴ ποτε - ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν κατοικίσειαν, καὶ πόλις γένοιτ ἔτι. ἀλλ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος, τίν αὖ δέδορκα τόνδ Ἀχαιϊκὸν λάτριν στείχοντα καινῶν ἄγγελον βουλευμάτων·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION