- 텍스트

Euripides, The Trojan Women, episode, antistrophe 3 2:

(에우리피데스, The Trojan Women, episode, antistrophe 3 2:)

ὦ μῆτερ, ὦ τεκοῦσα , κάλλιστον λόγον ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.? τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω, τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν. ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος: ὁ δ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν ψυχὴν ἀλᾶται τῆς πάροιθ εὐπραξίας. κείνη δ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς, τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν. ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον. ἃ γὰρ γυναιξὶ σώφρον ἔσθ ηὑρημένα, ταῦτ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας. πρῶτον μέν, ἔνθα - κἂν προσῇ κἂν μὴ προσῇ ψόγος γυναιξίν - αὐτὸ τοῦτ ἐφέλκεται κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει, τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις: ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί. γλώσσης τε σιγὴν ὄμμα θ ἥσυχον πόσει παρεῖχον: ᾔδη δ ἁμὲ χρῆν νικᾶν πόσιν, κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι. καὶ τῶνδε κληδὼν ἐς στράτευμ Ἀχαιϊκὸν ἐλθοῦς ἀπώλεσέν μ: ἐπεὶ γὰρ ᾑρέθην, Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν δάμαρτα: δουλεύσω δ ἐν αὐθεντῶν δόμοις. κεἰ μὲν παρώσας Ἕκτορος φίλον κάρα πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα, κακὴ φανοῦμαι τῷ θανόντι: τόνδε δ αὖ στυγοῦς ἐμαυτῆς δεσπόταις μισήσομαι. καίτοι λέγουσιν ὡς μί εὐφρόνη χαλᾷ τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος: ἀπέπτυς αὐτήν, ἥτις ἄνδρα τὸν πάρος καινοῖσι λέκτροις ἀποβαλοῦς ἄλλον φιλεῖ. ἀλλ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν. καίτοι τὸ θηριῶδες ἄφθογγόν τ ἔφυ ξυνέσει τ ἄχρηστον τῇ φύσει τε λείπεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION