- 텍스트

Euripides, The Trojan Women, episode, antistrophe 3 1:

(에우리피데스, The Trojan Women, episode, antistrophe 3 1:)

ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι θρήνων τ ὀδυρμοὶ μοῦσά θ ἣ λύπας ἔχει.? ὦ μῆτερ ἀνδρός, ὅς ποτ Ἀργείων δορὶ πλείστους διώλες, Ἕκτορος, τάδ εἰσορᾷς· ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦς ἄνω τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντ ἀπώλεσαν. ἀγόμεθα λεία σὺν τέκνῳ: τὸ δ εὐγενὲς ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδ ἔχον. τὸ τῆς ἀνάγκης δεινόν: ἄρτι κἀπ ἐμοῦ βέβηκ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ. φεῦ φεῦ: ἄλλος τις Αἰάς, ὡς ἐοίκε, δεύτερος παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα. ὧν γ οὔτε μέτρον οὔτ ἀριθμός ἐστί μοι: κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται. τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη σφαγεῖς Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ. οἲ γὼ τάλαινα. τοῦτ ἐκεῖν ὅ μοι πάλαι Ταλθύβιος αἴνιγμ οὐ σαφῶς εἶπεν σαφές. εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδ ὄχων ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν. αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων: αἰαῖ μάλ αὖθις, ὡς κακῶς διόλλυσαι. ὄλωλεν ὡς ὄλωλεν: ἀλλ ὅμως ἐμοῦ ζώσης γ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ. οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν: τὸ μὲν γὰρ οὐδέν, τῷ δ ἔνεισιν ἐλπίδες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION