- 텍스트

Euripides, The Trojan Women, episode, antistrophe 3

(에우리피데스, The Trojan Women, episode, antistrophe 3)

ὦ πατρίς, ὦ μελέα .? . . καταλειπομέναν σε δακρύω, νῦν τέλος οἰκτρὸν ὁρᾷς. καὶ ἐμὸν δόμον ἔνθ ἐλοχεύθην. ὦ τέκν, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν, οἱο῀ς ἰάλεμος, οἱά῀ τε πένθη δάκρυά τ ἐκ δακρύων καταλείβεται ἁμετέροισι δόμοις: ὁ θανὼν δ ἐπι- λάθεται ἀλγέων ἀδάκρυτος. ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι θρήνων τ ὀδυρμοὶ μοῦσά θ ἣ λύπας ἔχει. ὦ μῆτερ ἀνδρός, ὅς ποτ Ἀργείων δορὶ πλείστους διώλες, Ἕκτορος, τάδ εἰσορᾷς· ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦς ἄνω τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντ ἀπώλεσαν. ἀγόμεθα λεία σὺν τέκνῳ: τὸ δ εὐγενὲς ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδ ἔχον. τὸ τῆς ἀνάγκης δεινόν: ἄρτι κἀπ ἐμοῦ βέβηκ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ. φεῦ φεῦ: ἄλλος τις Αἰάς, ὡς ἐοίκε, δεύτερος παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα. ὧν γ οὔτε μέτρον οὔτ ἀριθμός ἐστί μοι: κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται. τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη σφαγεῖς Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ. οἲ γὼ τάλαινα. τοῦτ ἐκεῖν ὅ μοι πάλαι Ταλθύβιος αἴνιγμ οὐ σαφῶς εἶπεν σαφές. εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδ ὄχων ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν. αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων: αἰαῖ μάλ αὖθις, ὡς κακῶς διόλλυσαι. ὄλωλεν ὡς ὄλωλεν: ἀλλ ὅμως ἐμοῦ ζώσης γ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ. οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν: τὸ μὲν γὰρ οὐδέν, τῷ δ ἔνεισιν ἐλπίδες. ὦ μῆτερ, ὦ τεκοῦσα , κάλλιστον λόγον ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.

τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω, τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν. ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος: ὁ δ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν ψυχὴν ἀλᾶται τῆς πάροιθ εὐπραξίας. κείνη δ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς, τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν. ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον. ἃ γὰρ γυναιξὶ σώφρον ἔσθ ηὑρημένα, ταῦτ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας. πρῶτον μέν, ἔνθα - κἂν προσῇ κἂν μὴ προσῇ ψόγος γυναιξίν - αὐτὸ τοῦτ ἐφέλκεται κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει, τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις: ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί. γλώσσης τε σιγὴν ὄμμα θ ἥσυχον πόσει παρεῖχον: ᾔδη δ ἁμὲ χρῆν νικᾶν πόσιν, κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι. καὶ τῶνδε κληδὼν ἐς στράτευμ Ἀχαιϊκὸν ἐλθοῦς ἀπώλεσέν μ: ἐπεὶ γὰρ ᾑρέθην, Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν δάμαρτα: δουλεύσω δ ἐν αὐθεντῶν δόμοις. κεἰ μὲν παρώσας Ἕκτορος φίλον κάρα πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα, κακὴ φανοῦμαι τῷ θανόντι: τόνδε δ αὖ στυγοῦς ἐμαυτῆς δεσπόταις μισήσομαι. καίτοι λέγουσιν ὡς μί εὐφρόνη χαλᾷ τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος: ἀπέπτυς αὐτήν, ἥτις ἄνδρα τὸν πάρος καινοῖσι λέκτροις ἀποβαλοῦς ἄλλον φιλεῖ. ἀλλ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν. καίτοι τὸ θηριῶδες ἄφθογγόν τ ἔφυ ξυνέσει τ ἄχρηστον τῇ φύσει τε λείπεται. σὲ δ, ὦ φίλ Ἕκτορ, εἶχον ἄνδρ ἀρκοῦντά μοι ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν:

ἀκήρατον δέ μ ἐκ πατρὸς λαβὼν δόμων πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος. καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ ἐγὼ πρὸς Ἑλλάδ αἰχμάλωτος ἐς δοῦλον ζυγόν. ἆρ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν Πολυξένης ὄλεθρος, ἣν καταστένεις· ἐμοὶ γὰρ οὐδ ὃ πᾶσι λείπεται βροτοῖς ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας πράξειν τι κεδνόν: ἡδὺ δ ἐστὶ καὶ δοκεῖν. ἐς ταὐτὸν ἥκεις συμφορᾶς: θρηνοῦσα δὲ τὸ σὸν διδάσκεις μ ἔνθα πημάτων κυρῶ. αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος, γραφῇ δ ἰδοῦσα καὶ κλύους ἐπίσταμαι. ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν, προθυμίαν ἔχουσι σωθῆναι πόνων, ὁ μὲν παρ οἰάχ, ὁ δ ἐπὶ λαίφεσιν βεβώς, ὁ δ ἄντλον εἴργων ναός: ἢν δ ὑπερβάλῃ πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν. οὕτω δὲ κἀγὼ πόλλ ἔχουσα πήματα ἄφθογγός εἰμι καὶ παρεῖς ἐῶ στόμα: νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων. ἀλλ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας ἐάσον: οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά: τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν, φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων. κἂν δρᾷς τάδ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν Τροίᾳ μέγιστον ὠφέλημ, ἵν - εἴ ποτε - ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν κατοικίσειαν, καὶ πόλις γένοιτ ἔτι. ἀλλ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος, τίν αὖ δέδορκα τόνδ Ἀχαιϊκὸν λάτριν στείχοντα καινῶν ἄγγελον βουλευμάτων· Φρυγῶν ἀρίστου πρίν ποθ Ἕκτορος δάμαρ, μή με στυγήσῃς:

οὐχ ἑκὼν γὰρ ἀγγελῶ. Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τ ἀγγέλματα. . . . τί δ ἔστιν· ὥς μοι φροιμίων ἄρχῃ κακῶν. ἔδοξε τόνδε παῖδα . . . πῶς εἴπω λόγον· μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν· οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ. ἀλλ ἐνθάδ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν· οὐκ οἶδ ὅπως σοι ῥᾳδίως εἴπω κακά. ἐπῄνες αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά. κτενοῦσι σὸν παῖδ, ὡς πύθῃ κακὸν μέγα. οἴμοι, γάμων τόδ ὡς κλύω μεῖζον κακόν. νικᾷ δ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων . . . αἰαῖ μάλ: οὐ γὰρ μέτρια πάσχομεν κακά. λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς . . . τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι. ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο. ἀλλ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ: μήτ ἀντέχου τοῦδ, εὐγενῶς δ ἄλγει κακοῖς, μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει. ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή: πόλις τ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ, ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν οἱοί῀ τε. τούτων οὕνεκ οὐ μάχης ἐρᾶν οὐδ αἰσχρὸν οὐδὲν οὐδ ἐπίφθονόν σε δρᾶν, οὐδ αὖ ς Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς. εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός, οὔτ ἂν ταφείη παῖς ὅδ οὔτ οἴκτου τύχοι. σιγῶσα δ εὖ τε τὰς τύχας κεκτημένη τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις αὐτή τ Ἀχαιῶν πρευμενεστέρων τύχοις. ὦ φίλτατ, ὦ περισσὰ τιμηθεὶς τέκνον, θανῇ πρὸς ἐχθρῶν μητέρ ἀθλίαν λιπών, ἡ τοῦ πατρὸς δέ ς εὐγένει ἀποκτενεῖ, ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία, τὸ δ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.

ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι, οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε, οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξους ἐμόν, ἀλλ ὡς τύραννον Ἀσιάδος πολυσπόρου. ὦ παῖ, δακρύεις: αἰσθάνῃ κακῶν σέθεν· τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων, νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς· οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν, οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν: λυγρὸν δὲ πήδημ ἐς τράχηλον ὑψόθεν πεσὼν ἀνοίκτως, πνεῦμ ἀπορρήξεις σέθεν. ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον, ὦ χρωτὸς ἡδὺ πνεῦμα: διὰ κενῆς ἄρα ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ ὅδε, μάτην δ ἐμόχθουν καὶ κατεξάνθην πόνοις. νῦν - οὔποτ αὖθις - μητέρ ἀσπάζου σέθεν, πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δ ὠλένας ἕλισς ἐμοῖς νώτοισι καὶ στόμ ἁρ´μοσον. ὦ βάρβαρ ἐξευρόντες Ἕλληνες κακά, τί τόνδε παῖδα κτείνετ οὐδὲν αἴτιον· ὦ Τυνδάρειον ἔρνος, οὔποτ εἶ Διός, πολλῶν δὲ πατέρων φημί ς ἐκπεφυκέναι, Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου, Φόνου τε Θανάτου θ ὅσα τε γῆ τρέφει κακά. οὐ γάρ ποτ αὐχῶ Ζῆνά γ ἐκφῦσαί ς ἐγώ, πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε. ὄλοιο: καλλίστων γὰρ ὀμμάτων ἄπο αἰσχρῶς τὰ κλεινὰ πεδί ἀπώλεσας Φρυγῶν. <ἀλλ> ἄγετε φέρετε ῥίπτετ, εἰ ῥίπτειν δοκεῖ: δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν διολλύμεσθα, παιδί τ οὐ δυναίμεθ ἂν θάνατον ἀρῆξαι. κρύπτετ ἄθλιον δέμας καὶ ῥίπτετ ἐς ναῦς: ἐπὶ καλὸν γὰρ ἔρχομαι ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον. τάλαινα Τροία, μυρίους ἀπώλεσας μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION