호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ δὲ τὰν ὀρεστέραν τότ ἀμφὶ μέλαθρα παρθένον Διὸς κόραν ἐμελπόμαν χοροῖσι:? φοινία δ ἀνὰ πτόλιν βοὰ κατεῖχε Περ- γάμων ἕδρας: βρέφη δὲ φίλι- α περὶ πέπλους ἔβαλλε μα- τρὶ χεῖρας ἐπτοημένας: λόχου δ ἐξέβαιν Ἄρης, κόρας ἔργα Παλλάδος. σφαγαὶ δ ἀμφιβώμιοι Φρυγῶν, ἔν τε δεμνίοις καράτομος ἐρημία νεανίδων στέφανον ἔφερεν Ἑλλάδι κουροτρόφον, Φρυγῶν πατρίδι πένθη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기