호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πᾶσα δὲ γέννα Φρυγῶν πρὸς πύλας ὡρμάθη, πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων καὶ Δαρδανίας ἄταν θέᾳ δώσων, χάριν ἄζυγος ἀμβροτοπώλου:? κλωστοῦ δ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ σκάφος κελαινόν, εἰς ἕδρανα λάινα δάπεδά τε φόνια πατρί- δι Παλλάδος θέσαν θεᾶς. ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ νύχιον ἐπεὶ κνέφας παρῆν, Λίβυς τε λωτὸς ἐκτύπει Φρύγιά τε μέλεα, παρθένοι δ ἀέριον ἀνὰ κρότον ποδῶν βοὰν ἔμελπον εὔφρον, ἐν δόμοις δὲ παμφαὲς σέλας πυρὸς μέλαιναν αἴγλαν <ἄκος> ἔδωκεν ὕπνῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기