호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει·? οὐκ ἀντιλήψεσθ· ἦ μεθήσετ, ὦ κακαί, γραῖαν πεσοῦσαν· αἴρετ εἰς ὀρθὸν δέμας. ἐᾶτέ μ - οὔτοι φίλα τὰ μὴ φίλ, ὦ κόραι - κεῖσθαι πεσοῦσαν: πτωμάτων γὰρ ἄξια πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι. ὦ θεοί . . . κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους, ὅμως δ ἔχει τι σχῆμα κικλήσκειν θεούς, ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην. πρῶτον μὲν οὖν μοι τἀγάθ ἐξᾷσαι φίλον: τοῖς γὰρ κακοῖσι πλείον οἶκτον ἐμβαλῶ. ἦμεν τύραννοι κἀς τύρανν ἐγημάμην, κἀνταῦθ ἀριστεύοντ ἐγεινάμην τέκνα, οὐκ ἀριθμὸν ἄλλως, ἀλλ ὑπερτάτους Φρυγῶν: οὓς Τρῳὰς οὐδ Ἑλληνὶς οὐδὲ βάρβαρος γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε. κἀκεῖνά τ εἶδον δορὶ πεσόνθ Ἑλληνικῷ τρίχας τ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν, καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα κλύους ἔκλαυσα, τοῖσδε δ εἶδον ὄμμασιν αὐτὴ κατασφαγέντ ἐφ ἑρκείῳ πυρᾷ, πόλιν θ ἁλοῦσαν. ἃς δ ἔθρεψα παρθένους ἐς ἀξίωμα νυμφίων ἐξαίρετον, ἄλλοισι θρέψας ἐκ χερῶν ἀφῃρέθην. κοὔτ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι, αὐτή τ ἐκείνας οὐκέτ ὄψομαί ποτε. τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν, δούλη γυνὴ γραῦς Ἑλλάδ εἰσαφίξομαι. ἃ δ ἐστὶ γήρᾳ τῷδ ἀσυμφορώτατα, τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα, ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων, τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα πέπλων λακίσματ, ἀδόκιμ ὀλβίοις ἔχειν. οἲ γὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα γυναικὸς οἱών ἔτυχον ὧν τε τεύξομαι. ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς, οἱαίς ἔλυσας συμφοραῖς ἅγνευμα σόν. σύ τ, ὦ τάλαινα, ποῦ ποτ εἶ, Πολυξένη· ὡς οὔτε μ ἄρσην οὔτε θήλεια σπορὰ πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ. τί δῆτά μ ὀρθοῦτ· ἐλπίδων ποίων ὕπο· ἄγετε τὸν ἁβρὸν δήποτ ἐν Τροίᾳ πόδα, νῦν δ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ πέτρινά τε κρήδεμν, ὡς πεσοῦς ἀποφθαρῶ δακρύοις καταξανθεῖσα. τῶν δ εὐδαιμόνων μηδένα νομίζετ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기