호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους·? στεῖχ ὅπως τάχιστ: ἐς Αἵδου νυμφίῳ γημώμεθα. ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ, ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα. κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδ ἐκβεβλημένην ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου, θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν. ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματ εὐιά, χαίρετ: ἐκλέλοιφ ἑορτάς, αἷς πάροιθ ἠγαλλόμην. ἴτ ἀπ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτ οὖς ἁγνὴ χρόα δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδ, ὦ μαντεῖ ἄναξ. ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ· ποῖ ποτ ἐμβαίνειν με χρή· οὐκέτ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν, ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μ ἐξάξων χθονός. χαῖρέ μοι, μῆτερ: δακρύσῃς μηδέν: ὦ φίλη πατρίς, οἵ τε γῆς ἔνερθ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ, οὐ μακρὰν δέξεσθέ μ: ἥξω δ ἐς νεκροὺς νικηφόρος καὶ δόμους πέρσας Ἀτρειδῶν, ὧν ἀπωλόμεσθ ὕπο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기