호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος, ὑπὲρ πάτρας ἔθνῃσκον:? οὓς δ ἕλοι δόρυ, νεκροί γ ἐς οἴκους φερόμενοι φίλων ὕπο ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός, χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο: ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν, ἀεὶ κατ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί. τὰ δ Ἕκτορός σοι λύπρ ἄκουσον ὡς ἔχει: δόξας ἀνὴρ ἄριστος οἴχεται θανών, καὶ τοῦτ Ἀχαιῶν ἵξις ἐξεργάζεται: εἰ δ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν. Πάρις δ ἔγημε τὴν Διός: γήμας δὲ μή, σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις. φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ: εἰ δ ἐς τόδ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές. ὧν οὕνεκ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν, οὐ τἀμὰ λέκτρα: τοὺς γὰρ ἐχθίστους ἐμοὶ καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ. ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς, μέλπεις θ ἃ μέλπους οὐ σαφῆ δείξεις ἴσως. εἰ μή ς Ἀπόλλων ἐξεβάκχευεν φρένας, οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός. ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα. ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ, Ἀτρέως φίλος παῖς, τῆσδ ἔρωτ ἐξαίρετον μαινάδος ὑπέστη: καὶ πένης μέν εἰμ ἐγώ, ἀτὰρ λέχος γε τῆσδ ἂν οὐκ ἐκτησάμην. καὶ σοὶ μέν - οὐ γὰρ ἀρτίας ἔχεις φρένας - Ἀργεῖ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις ἀνέμοις φέρεσθαι παραδίδωμ: ἕπου δέ μοι πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ. σὺ δ, ἡνίκ ἄν σε Λαρτίου χρῄζῃ τόκος ἄγειν, ἕπεσθαι: σώφρονος δ ἔσῃ λάτρις γυναικός, ὥς φας οἱ μολόντες Ἴλιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기