- 텍스트

Euripides, The Trojan Women, episode, iambic 1:

(에우리피데스, The Trojan Women, episode, iambic 1:)

βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην, μὴ κοῦφον αἴρῃ βῆμ ἐς Ἀργείων στρατόν·? Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν, ἀτὰρ λυγράν γε τήνδ ἀναιθύσσεις φλόγα ἔξω τε μεγάλων ἐλπίδων. οἴμοι, τέκνον, ὡς οὐχ ὑπ αἰχμῆς <ς> οὐδ ὑπ Ἀργείου δορὸς γάμους γαμεῖσθαι τούσδ ἐδόξαζόν ποτε. παράδος ἐμοὶ φῶς: οὐ γὰρ ὀρθὰ πυρφορεῖς μαινὰς θοάζους, οὐδέ ς αἱ τύχαι, τέκνον, ἐσωφρονήκας , ἀλλ ἔτ ἐν ταὐτῷ μένεις. ἐσφέρετε πεύκας, δάκρυά τ ἀνταλλάξατε τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις. μῆτερ, πύκαζε κρᾶτ ἐμὸν νικηφόρον, καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις: καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γ ᾖ, ὤθει βιαίως: εἰ γὰρ ἔστι Λοξίας, Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ. κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦς ἐμοῦ . . . ἀλλ ἄττ ἐάσω: πέλεκυν οὐχ ὑμνήσομεν, ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων: μητροκτόνους τ ἀγῶνας, οὓς οὑμοὶ γάμοι θήσουσιν, οἴκων τ Ἀτρέως ἀνάστασιν. πόλιν δὲ δείξω τήνδε μακαριωτέραν ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλ ὅμως τοσόνδε γ ἔξω στήσομαι βακχευμάτων: οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν, θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν. ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ τὰ φίλτατ ὤλες, ἡδονὰς τὰς οἴκοθεν τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα, καὶ ταῦθ ἑκούσης κοὐ βίᾳ λελῃσμένης. ἐπεὶ δ ἐπ ἀκτὰς ἤλυθον Σκαμανδρίους, ἔθνῃσκον, οὐ γῆς ὁρ´ι ἀποστερούμενοι οὐδ ὑψίπυργον πατρίδ: οὓς δ Ἄρης ἕλοι, οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ κεῖνται. τὰ δ οἴκοι τοῖσδ ὅμοι ἐγίγνετο: χῆραί τ ἔθνῃσκον, οἳ δ ἄπαιδες ἐν δόμοις ἄλλοις τέκν ἐκθρέψαντες: οὐδὲ πρὸς τάφοις ἔσθ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται. ἦ τοῦδ ἐπαίνου τὸ στράτευμ ἐπάξιον. - σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι γένοιτ ἀοιδὸς ἥτις ὑμνήσει κακά.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION