- 텍스트

Euripides, The Trojan Women, episode, iambic

(에우리피데스, The Trojan Women, episode, iambic)

βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην, μὴ κοῦφον αἴρῃ βῆμ ἐς Ἀργείων στρατόν·? Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν, ἀτὰρ λυγράν γε τήνδ ἀναιθύσσεις φλόγα ἔξω τε μεγάλων ἐλπίδων. οἴμοι, τέκνον, ὡς οὐχ ὑπ αἰχμῆς <ς> οὐδ ὑπ Ἀργείου δορὸς γάμους γαμεῖσθαι τούσδ ἐδόξαζόν ποτε. παράδος ἐμοὶ φῶς: οὐ γὰρ ὀρθὰ πυρφορεῖς μαινὰς θοάζους, οὐδέ ς αἱ τύχαι, τέκνον, ἐσωφρονήκας , ἀλλ ἔτ ἐν ταὐτῷ μένεις. ἐσφέρετε πεύκας, δάκρυά τ ἀνταλλάξατε τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις. μῆτερ, πύκαζε κρᾶτ ἐμὸν νικηφόρον, καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις: καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γ ᾖ, ὤθει βιαίως: εἰ γὰρ ἔστι Λοξίας, Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ. κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦς ἐμοῦ . . . ἀλλ ἄττ ἐάσω: πέλεκυν οὐχ ὑμνήσομεν, ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων: μητροκτόνους τ ἀγῶνας, οὓς οὑμοὶ γάμοι θήσουσιν, οἴκων τ Ἀτρέως ἀνάστασιν. πόλιν δὲ δείξω τήνδε μακαριωτέραν ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλ ὅμως τοσόνδε γ ἔξω στήσομαι βακχευμάτων: οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν, θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν. ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ τὰ φίλτατ ὤλες, ἡδονὰς τὰς οἴκοθεν τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα, καὶ ταῦθ ἑκούσης κοὐ βίᾳ λελῃσμένης. ἐπεὶ δ ἐπ ἀκτὰς ἤλυθον Σκαμανδρίους, ἔθνῃσκον, οὐ γῆς ὁρ´ι ἀποστερούμενοι οὐδ ὑψίπυργον πατρίδ: οὓς δ Ἄρης ἕλοι, οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ κεῖνται. τὰ δ οἴκοι τοῖσδ ὅμοι ἐγίγνετο: χῆραί τ ἔθνῃσκον, οἳ δ ἄπαιδες ἐν δόμοις ἄλλοις τέκν ἐκθρέψαντες: οὐδὲ πρὸς τάφοις ἔσθ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται. ἦ τοῦδ ἐπαίνου τὸ στράτευμ ἐπάξιον. - σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι γένοιτ ἀοιδὸς ἥτις ὑμνήσει κακά. Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος, ὑπὲρ πάτρας ἔθνῃσκον:

οὓς δ ἕλοι δόρυ, νεκροί γ ἐς οἴκους φερόμενοι φίλων ὕπο ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός, χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο: ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν, ἀεὶ κατ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί. τὰ δ Ἕκτορός σοι λύπρ ἄκουσον ὡς ἔχει: δόξας ἀνὴρ ἄριστος οἴχεται θανών, καὶ τοῦτ Ἀχαιῶν ἵξις ἐξεργάζεται: εἰ δ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν. Πάρις δ ἔγημε τὴν Διός: γήμας δὲ μή, σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις. φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ: εἰ δ ἐς τόδ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές. ὧν οὕνεκ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν, οὐ τἀμὰ λέκτρα: τοὺς γὰρ ἐχθίστους ἐμοὶ καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ. ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς, μέλπεις θ ἃ μέλπους οὐ σαφῆ δείξεις ἴσως. εἰ μή ς Ἀπόλλων ἐξεβάκχευεν φρένας, οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός. ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα. ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ, Ἀτρέως φίλος παῖς, τῆσδ ἔρωτ ἐξαίρετον μαινάδος ὑπέστη: καὶ πένης μέν εἰμ ἐγώ, ἀτὰρ λέχος γε τῆσδ ἂν οὐκ ἐκτησάμην. καὶ σοὶ μέν - οὐ γὰρ ἀρτίας ἔχεις φρένας - Ἀργεῖ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις ἀνέμοις φέρεσθαι παραδίδωμ: ἕπου δέ μοι πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ. σὺ δ, ἡνίκ ἄν σε Λαρτίου χρῄζῃ τόκος ἄγειν, ἕπεσθαι: σώφρονος δ ἔσῃ λάτρις γυναικός, ὥς φας οἱ μολόντες Ἴλιον. ἦ δεινὸς ὁ λάτρις.

τί ποτ ἔχουσι τοὔνομα κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς, οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται· σὺ τὴν ἐμὴν φῂς μητέρ εἰς Ὀδυσσέως ἥξειν μέλαθρα· ποῦ δ Ἀπόλλωνος λόγοι, οἵ φασιν αὐτὴν εἰς ἔμ ἡρμηνευμένοι αὐτοῦ θανεῖσθαι· . . . τἄλλα δ οὐκ ὀνειδιῶ. δύστηνος, οὐκ οἶδ οἱά῀ νιν μένει παθεῖν: ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ δόξει ποτ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη πρὸς τοῖσιν ἐνθάδ, ἵξεται μόνος πάτραν . . . . . . . οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας δεινὴ Χάρυβδις, ὠμοβρώς τ ὀρειβάτης Κύκλωψ, Λιγυστίς θ ἡ συῶν μορφώτρια Κίρκη, θαλάσσης θ ἁλμυρᾶς ναυάγια, λωτοῦ τ ἔρωτες, Ἡλίου θ ἁγναὶ βόες, αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε, πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω, ζῶν εἶς ἐς Αἵδου κἀκφυγὼν λίμνης ὕδωρ κάκ ἐν δόμοισι μυρί εὑρήσει μολών.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION