호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἄνεχε:? πάρεχε. φῶς φέρ, ὤ: σέβω: φλέγω - ἰδού, ἰδού - λαμπάσι τόδ ἱερόν. ὦ Ὑμέναι ἄναξ: μακάριος ὁ γαμέτας: μακαρία δ ἐγὼ βασιλικοῖς λέκτροις κατ Ἄργος ἁ γαμουμένα. Ὑμήν, ὦ Ὑμέναι ἄναξ. ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ γόοισι τὸν θανόντα πατέρα πατρίδα τε φίλαν καταστένους ἔχεις, ἐγὼ δ ἐπὶ γάμοις ἐμοῖς ἀναφλέγω πυρὸς φῶς ἐς αὐγάν, ἐς αἴγλαν, διδοῦς, ὦ Ὑμέναιε, σοί, διδοῦς, ὦ Ἑκάτα, φάος, παρθένων ἐπὶ λέκτροις ᾇ νόμος ἔχει. πάλλε πόδα. αἰθέριον ἄναγε χορόν: εὐἅν, εὐοἵ: ὡς ἐπὶ πατρὸς ἐμοῦ μακαριωτάταις τύχαις: ὁ χορὸς ὅσιος. ἄγε σύ, Φοῖβε, νῦν: κατὰ σὸν ἐν δάφναις ἀνάκτορον θυηπολῶ, Ὑμήν, ὦ Ὑμέναι, Ὑμήν. χόρευε, μᾶτερ, ἀναγέλασον: ἕλισσε τᾷδ ἐκεῖσε μετ ἐμέθεν ποδῶν φέρουσα φιλτάταν βάσιν. βοάσαθ Ὑμέναιον, ὤ, μακαρίαις ἀοιδαῖς ἰαχαῖς τε νύμφαν. ἴτ, ὦ καλλίπεπλοι Φρυγῶν κόραι, μέλπετ ἐμῶν γάμων τὸν πεπρωμένον εὐνᾷ πόσιν ἐμέθεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기