- 텍스트

Euripides, The Trojan Women, episode, iambic

(에우리피데스, The Trojan Women, episode, iambic)

τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δ ἐμὰς τύχας τίς ἆρ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει·? ἴτ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω. ἐά: τί πεύκης ἔνδον αἴθεται σέλας· πιμπρᾶσιν - ἢ τί δρῶσι - Τρῳάδες μυχούς, ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς πρὸς Ἄργος, αὑτῶν τ ἐκπυροῦσι σώματα θανεῖν θέλουσαι· κάρτα τοι τοὐλεύθερον ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά. ἄνοιγ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον ἐχθρὸν δ Ἀχαιοῖς εἰς ἔμ αἰτίαν βάλῃ. οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION