- 텍스트

Euripides, The Trojan Women, episode, lyric

(에우리피데스, The Trojan Women, episode, lyric)

<αἰαῖ,> τόδε τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.? ἤδη κεκλήρωσθ, εἰ τόδ ἦν ὑμῖν φόβος. αἰαῖ, τίν ἢ Θεσσαλίας πόλιν ἢ Φθιάδος εἶπας ἢ Καδμείας χθονός· κατ ἄνδρ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε. τίν ἄρα τίς ἔλαχε· τίνα πότμος εὐτυχὴς Ἰλιάδων μένει· οἶδ: ἀλλ ἕκαστα πυνθάνου, μὴ πάνθ ὁμοῦ. τοὐμὸν τίς ἆρ ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν· ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ. ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ δούλαν· ἰώ μοί μοι. οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια. ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ χρυσοκόμας ἔδωκ ἄλεκτρον ζόαν· ἔρως ἐτόξευς αὐτὸν ἐνθέου κόρης. ῥῖπτε, τέκνον, ζαθέους κλῇ- δας καὶ ἀπὸ χροὸς ἐνδυ- τῶν στεφέων ἱεροὺς στολμούς. οὐ γὰρ μέγ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν· τί δ ὃ νεοχμὸν ἀπ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι· Πολυξένην ἔλεξας, ἢ τίν ἱστορεῖς· ταύταν: τῷ πάλος ἔζευξεν· τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως. ὤμοι ἐγώ: τάφῳ πρόσπολον ἐτεκόμαν. ἀτὰρ τίς ὅδ ἢ νόμος ἢ τί θέσμιον, ὦ φίλος, Ἑλλάνων· εὐδαιμόνιζε παῖδα σήν: ἔχει καλῶς. τί τόδ ἔλακες· ἆρά μοι ἀέλιον λεύσσει· ἔχει πότμος νιν, ὥστ ἀπηλλάχθαι πόνων. τί δ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ, Ἀνδρομάχα τάλαινα, τίν ἔχει τύχαν· καὶ τήνδ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον. ἐγὼ δὲ τῷ πρόσπολος ἁ τριτοβάμονος χερὶ δευομένα βάκτρου γεραιῷ κάρᾳ· Ἰθάκης Ὀδυσσεὺς ἔλαχ ἄναξ δούλην ς ἔχειν. ἐ` ἔ. ἄρασσε κρᾶτα κούριμον, ἕλκ ὀνύχεσσι δίπτυχον παρειάν. ἰώ μοί μοι. μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν, πολεμίῳ δίκας, παρανόμῳ δάκει, ὃς πάντα τἀκεῖθεν ἐνθάδ<ε στρέφει, τὰ δ> ἀντίπαλ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ φίλα τὰ πρότερ ἄφιλα τιθέμενος πάντων. γοᾶσθ, ὦ Τρῳάδες, με. βέβακα δύσποτμος. οἴχομαι ἁ τάλαινα, δυστυχεστάτῳ προσέπεσον κλήρῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION