호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰν Πηνειοῦ σεμνὰν χώραν, κρηπῖδ Οὐλύμπου καλλίσταν, ὄλβῳ βρίθειν φάμαν ἤκους εὐθαλεῖ τ εὐκαρπείᾳ:? τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν Θησέως ζαθέαν ἐλθεῖν χώραν. καὶ τὰν Αἰτναίαν Ἡφαίστου Φοινίκας ἀντήρη χώραν, Σικελῶν ὀρέων ματέρ, ἀκούω καρύσσεσθαι στεφάνοις ἀρετᾶς. τάν τ ἀγχιστεύουσαν γᾶν Ιὀνίῳ ναύται πόντῳ, ἃν ὑγραίνει καλλιστεύων ὁ ξανθὰν χαίταν πυρσαίνων Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων εὐάνδρόν τ ὀλβίζων γᾶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기